Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.172 Joseph. AJ 15.178 (English) >>Joseph. AJ 15.183

15.176τὸν δʼ, εἰ καί τινα δωρεὰν εἰληφὼς εἴη, πάλιν ἐπερέσθαι· τοῦ δὲ μηδὲν πλέον κτηνῶν ἀναβατικῶν τέτταρα πέμψαντος αὐτῷ λαβεῖν, εἰς αἰτίαν τὸ τοιοῦτον ἐπαναφέροντα δωροδοκίας καὶ προδοσίας ἀπάγχειν προστάξαι τὸν ἄνδρα. 15.177τεκμήρια δὲ τοῦ μηδὲν ἁμαρτόντα τοιούτῳ τέλει περιπεσεῖν καταλογίζονται τὴν ἐπιείκειαν τοῦ τρόπου καὶ τὸ μήτʼ ἐν νεότητι θράσους προπετείας ἐπίδειξιν πεποιῆσθαι μήθʼ ὅτε τὴν βασιλείαν αὐτὸς εἶχεν, ἀλλὰ κἀν ταύτῃ τὰ πλεῖστα τῶν κατὰ τὴν διοίκησιν Ἀντιπάτρῳ παρακεχωρηκέναι. 15.178τότε δʼ ἐντῶ πλείω μὲν ὀγδοήκοντα γεγονὼς ἐτύγχανεν ἔτη, κρατοῦντα δὲ μετὰ πάσης ἀσφαλείας τὸν Ἡρώδην ἠπίστατο, διαβεβήκει δὲ καὶ τὸν Εὐφράτην τοὺς ἐν τῷ πέραν τιμῶντας αὐτὸν καταλιπὼν ὡς ὅλος ἐπʼ ἐκείνῳ γενησόμενος· ἐγχειρεῖν οὖν τι καὶ καινοτέρων ἅπτεσθαι πάντων ἀπιθανώτατον καὶ οὐ πρὸς τῆς ἐκείνου φύσεως, ἀλλὰ ταῦτα σκῆψιν Ἡρώδου γενέσθαι. 15.179

Τοῦτο μὲν τὸ τέλος Ὑρκανῷ συνέπεσεν τοῦ βίου ποικίλαις καὶ πολυτρόποις χρησαμένῳ ταῖς ἐν τῷ ζῆν τύχαις· εὐθὺς μὲν γὰρ ἐν ἀρχῇ βασιλευούσης αὐτῷ τῆς μητρὸς Ἀλεξάνδρας ἀρχιερεὺς καταστὰς τοῦ Ἰουδαίων ἔθνους ἔτεσιν ἐννέα τὴν τιμὴν κατέσχεν. 15.180παραλαβὼν δὲ τὴν βασιλείαν ἀποθανούσης τῆς μητρὸς αὐτῷ καὶ ταύτην κατασχὼν τρεῖς μῆνας ἐκπίπτει μὲν ὑπʼ Ἀριστοβούλου τοῦ ἀδελφοῦ, κατάγεται δʼ αὖθις ὑπὸ Πομπηίου καὶ πάσας τὰς τιμὰς ἀπολαβὼν ἔτη τεσσαράκοντα διετέλεσεν ἐν αὐτοῖς.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.172 Joseph. AJ 15.178 (English) >>Joseph. AJ 15.183

Powered by PhiloLogic